Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.315 Joseph. AJ 6.319 (English) >>Joseph. AJ 6.323

6.317πεπεῖσθαι γάρ, ὅτι μηδʼ αὐτὸν οὕτως ἀγαπήσειεν, ὡς ὑπʼ ἐκείνου στέργεται· ὃς τὸν μὲν φυλάττειν αὐτὸν δυνάμενον καὶ πολλὰ δείγματα τῆς εὐνοίας παρεσχημένον ἐλαύνοι καὶ τοσοῦτον ἐν φυγῇ χρόνον καὶ ταῖς περὶ τὴν ψυχὴν ἀγωνίαις ἠνάγκασε ζῆσαι φίλων καὶ συγγενῶν ἔρημον· αὐτὸς δʼ οὐ παύεται ὑπʼ αὐτοῦ σωζόμενος, οὐδὲ τὴν ψυχὴν φανερῶς ἀπολλυμένην λαμβάνων. 6.318 δὲ Δαυίδης πέμψαντα ἀπολαβεῖν ἐκέλευσε τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἐπειπών, ὡς θεὸς ἑκατέρῳ τῆς ἰδίας φύσεως καὶ τῶν κατʼ αὐτὴν πεπραγμένων ἔσται δικαστής, ὃς ὅτι καὶ κατὰ τὴν παροῦσαν ἡμέραν ἀποκτεῖναί σε δυνηθεὶς ἀπεσχόμην οἶδε.” 6.319

Καὶ Σαοῦλος μὲν δεύτερον διαφυγὼν τὰς Δαυίδου χεῖρας εἰς τὰ βασίλεια καὶ τὴν οἰκείαν ἀπηλλάσσετο, φοβηθεὶς δὲ Δαυίδης, μὴ μένων αὐτόθι συλληφθῇ ὑπὸ τοῦ Σαούλου, συμφέρειν ἔκρινεν εἰς τὴν Παλαιστίνην ἀναβὰς διατρίβειν ἐν αὐτῇ, καὶ μετὰ τῶν ἑξακοσίων, οἳ περὶ αὐτὸν ἦσαν παραγίνεται πρὸς Ἀγχοῦν τὸν Γίττης βασιλέα· μία δʼ ἦν αὕτη τῶν πέντε πόλεων. 6.320δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως σὺν τοῖς ἀνδράσι καὶ δόντος οἰκητήριον ἔχων ἅμα καὶ τὰς δύο γυναῖκας Ἀχιμὰν καὶ Ἀβιγαίαν διῆγεν ἐν τῇ Γίττῃ. Σαούλῳ δὲ ταῦτʼ ἀκούσαντι λόγος οὐκέτʼ ἦν πέμπειν ἐπʼ αὐτὸν βαδίζειν· δὶς γὰρ ἤδη κινδυνεῦσαι παρὰ μικρὸν ἐπʼ ἐκείνῳ γενόμενον συλλαβεῖν αὐτὸν σπουδάσαντα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.315 Joseph. AJ 6.319 (English) >>Joseph. AJ 6.323

Powered by PhiloLogic